Polycleitus of Argos - B: Extant Original Fragments
B. FRAGMENTE
[I 392. 1 App.]
ΠΟΛΥΚΛΕΙΤΟΥ ΚΑΝΩΝ
40 B 1. PLUT. de profect. virt. 17 p. 86 A [wie A 3 aus Chrysipp] οἵ γε προκόπτοντες οἷς ἤδη καθάπερ ἱεροῦ τινος οἰκοδομήματος καὶ βασιλικοῦ τοῦ βίου [I 392. 5 App.] "κεκρότηται χρυσέα κρηπίς" [PIND. fr. 194 Schr.], οὐδὲν εἰκῆ προσίενται τῶν γιγνομένων, ἀλλ' οἷον ἀπὸ στάθμης τοῦ λόγου προσάγουσι καὶ προσαρμόττουσιν ἕκαστον, ὑπέρευ τὸν Πολύκλειτον οἰόμενοι λέγειν ὡς ἔστι χαλεπώτατον αὐτῶν τὸ ἔργον, οἷς ἂν εἰς ὄνυχα ὁ πηλὸς ἀφίκηται. PLUT. Quaest. conv. II 3, 2 p. 636 C καὶ γὰρ αἱ τέχναι πρῶτον ἀτύπωτα καὶ ἄμορφα πλάττουσιν, εἶθ' ὕστερον [I 392. 10 App.] τοῖς εἴδεσιν διαρθροῦσιν˙ ἧι Π. ὁ πλάστης εἶπε χαλεπώτατον εἶναι τὸ ἔργον, ὅταν ἐν ὄνυχι ὁ πηλὸς γένηται. διὸ καὶ τῆι φύσει τὸ πρῶτον εἰκός ἐστιν ἀτρέμα κινούσηι τὴν ὕλην ἀργοτέραν ὑπακούειν, τύπους ἀμόρφους καὶ ἀορίστους ἐκφέρουσαν ὥσπερ τὰ ὠιά, μορφουμένων δὲ τούτων καὶ διαχαρασσομένων ὕστερον ἐκδημιουργεῖσθαι τὸ ζῶιον.
[I 392. 15 App.] χαλεπώτατον αὐτῶν (?) τὸ ἔργον οἷς ἂν ἐν ὄνυχι ὁ πηλὸς γένηται.
40 B 2. PHILO MECHAN. IV 1 p. 49, 20 (ed. R. Schöne Berl. 1893) πολλοὶ γοῦν ἐνστησάμενοι κατασκευὴν ὀργάνων ἰσομεγεθῶν καὶ χρησάμενοι τῆι τε αὐτῆι συντάξει καὶ ξύλοις ὁμοίοις καὶ σιδήρωι τῶι ἴσωι οὐδὲ τὸν σταθμὸν αὐτὸν μεταβάλλοντες, [I 392. 20] τὰ μὲν μακροβολοῦντα καὶ εὔτονα ταῖς πληγαῖς ἐποίησαν, τὰ δὲ καθυστεροῦντα τῶν εἰρημένων˙ καὶ ἐρωτηθέντες διὰ τί τοῦτο συνέβη, τὴν αἰτίαν οὐκ εἶχον εἰπεῖν. ὥστε τὴν ὑπὸ Πολυκλείτου τοῦ ἀνδριαντοποιοῦ ῥηθεῖσαν φωνὴν οἰκείαν εἶναι τῶι μέλλοντι λέγεσθαι˙ τὸ γὰρ . . . ἔφη γίνεσθαι. τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ ταύτης τῆς τέχνης συμβαίνει διὰ πολλῶν ἀριθμῶν συντελουμένων τῶν ἔργων μικρὰν ἐν τοῖς κατὰ μέρος παρέκβασιν ποιησαμένους μέγα συγκεφαλαιοῦν ἐπὶ πέρας ἁμάρτημα.
[I 393. 5 App.] τὸ εὖ παρὰ μικρὸν διὰ πολλῶν ἀριθμῶν γίνεται.